Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.520 Joseph. BJ 2.527 (English) >>Joseph. BJ 2.532

2.524ἔπεμψεν οὖν τῶν παρʼ ἑαυτῷ τοὺς μάλιστα γνωρίμους ἐκείνοις Βόρκιόν τε καὶ Φοῖβον, δεξιάς τε παρὰ Κεστίου καὶ συγγνώμην παρὰ Ῥωμαίοις ἀσφαλῆ περὶ τῶν ἡμαρτημένων ὑπισχνούμενος, εἰ τὰ ὅπλα ῥίψαντες πρὸς αὐτοὺς μεταβάλοιντο. 2.525δείσαντες δὲ οἱ στασιασταὶ μὴ πᾶν τὸ πλῆθος ἀδείας ἐλπίδι πρὸς τὸν Ἀγρίππαν μεταβάληται, τοὺς ἀπʼ αὐτοῦ πρεσβεύοντας ὥρμησαν ἀνελεῖν. 2.526καὶ πρὶν φθέγξασθαι τὸν μὲν Φοῖβον διέφθειραν, δὲ Βόρκιος τρωθεὶς ἔφθη διαφυγεῖν· τοῦ δήμου δὲ τοὺς ἀγανακτήσαντας λίθοις καὶ ξύλοις παίοντες εἰς τὸ ἄστυ συνήλασαν. 2.527

Κέστιος δὲ τὴν πρὸς ἀλλήλους αὐτῶν ταραχὴν εὔκαιρον ἰδὼν

-- --

εἰς ἐπίθεσιν ἅπασαν ἐπῆγεν τὴν δύναμιν καὶ τραπέντας μέχρι Ἱεροσολύμων κατεδίωξεν. 2.528στρατοπεδευσάμενος δὲ ἐπὶ τοῦ καλουμένου Σκοποῦ, διέχει δʼ οὗτος ἑπτὰ τῆς πόλεως σταδίους, τρισὶ μὲν ἡμέραις οὐκ ἐπεχείρει τῇ πόλει τάχα τι παρὰ τῶν ἔνδον ἐνδοθήσεσθαι προσδοκῶν, εἰς δὲ τὰς πέριξ κώμας ἐφʼ ἁρπαγὴν σίτου πολλοὺς διαφῆκεν τῶν στρατιωτῶν· τῇ τετάρτῃ δέ, ἥτις ἦν τριακὰς Ὑπερβερεταίου μηνός, διατάξας τὴν στρατιὰν εἰσῆγεν εἰς τὴν πόλιν. 2.529 μὲν οὖν δῆμος ὑπὸ τοῖς στασιασταῖς ἔμφρουρος ἦν, οἱ δὲ στασιασταὶ τὴν εὐταξίαν τῶν Ῥωμαίων καταπλαγέντες τῶν μὲν ἔξω τῆς πόλεως μερῶν εἶκον, εἰς δὲ τὴν ἐνδοτέρω καὶ τὸ ἱερὸν ἀνεχώρουν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.520 Joseph. BJ 2.527 (English) >>Joseph. BJ 2.532

Powered by PhiloLogic